Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.95 Dem. 19.97 (English) >>Dem. 19.101

19.96ἣν δέδοικα μέν, ἄνδρες Ἀθηναῖοι, δέδοικα, μὴ λελήθαμεν ὥσπερ οἱ δανειζόμενοι ἐπὶ πολλῷ ἄγοντες· τὸ γὰρ ἀσφαλὲς αὐτῆς καὶ τὸ βέβαιον οὗτοι προὔδοσαν, Φωκέας καὶ Πύλας· οὐ μὴν διὰ τοῦτόν γʼ ἐξ ἀρχῆς ἐποιησάμεθα, ἀλλʼ ἄτοπον μέν ἐστιν μέλλω λέγειν, ἀληθὲς δὲ πάνυ· εἰ γάρ τις ὡς ἀληθῶς χαίρει τῇ εἰρήνῃ, τοῖς στρατηγοῖς, ὧν κατηγοροῦσιν ἅπαντες, χάριν αὐτῆς ἐχέτω· εἰ γὰρ ἐκεῖνοι ὡς ὑμεῖς ἐβούλεσθʼ ἐπολέμουν, οὐδʼ ὄνομʼ εἰρήνης ἂν ὑμεῖς ἠνέσχεσθε. 19.97εἰρήνη μὲν οὖν διʼ ἐκείνους, ἐπικίνδυνος δὲ καὶ σφαλερὰ καὶ ἄπιστος διὰ τούτους γέγονεν δωροδοκήσαντας. εἴργετʼ οὖν, εἴργετʼ αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων, εἰς δὲ τοὺς ὑπὲρ τῶν πεπραγμένων ἐμβιβάζετε. οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ, ἀλλʼ εἰρήνη διʼ Αἰσχίνην διαβέβληται. σημεῖον δέ· εἰ γὰρ μὲν εἰρήνη ἐγεγόνει, μηδὲν δʼ ὕστερον ἐξηπάτησθʼ ὑμεῖς μηδʼ ἀπωλώλει τῶν συμμάχων μηδείς, τίνʼ ἀνθρώπων ἐλύπησεν ἂν εἰρήνη, ἔξω τοῦ ἄδοξος γεγενῆσθαι; καίτοι καὶ τούτου συναίτιος οὗτος συνειπὼν Φιλοκράτει. ἀλλʼ ἀνήκεστόν γʼ οὐδὲν ἂν ἦν γεγονός. νῦν δʼ, οἶμαι, πόλλʼ, ὧν αἴτιος οὗτος.

19.98ὅτι μὲν τοίνυν αἰσχρῶς καὶ κακῶς πάντα ταῦθʼ ὑπὸ τούτων ἀπόλωλε καὶ διέφθαρται, οἶμαι πάντας ὑμᾶς εἰδέναι. ἐγὼ δʼ, ἄνδρες δικασταί, τοσοῦτʼ ἀπέχω τοῦ συκοφαντίαν τινὰ τοῖς πράγμασι τούτοις προσάγειν ὑμᾶς ἀξιοῦν, ὥστʼ εἰ ταῦθʼ ὑπʼ ἀβελτερίας διʼ εὐήθειαν διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν οὕτω πέπρακται, αὐτός τʼ ἀφίημʼ Αἰσχίνην καὶ ὑμῖν συμβουλεύω.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.95 Dem. 19.97 (English) >>Dem. 19.101

Powered by PhiloLogic